Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.93.2 Hdt. 9.94.1 (English) >>Hdt. 9.96.1

9.93.4 πρόφαντα δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι ἐγίνετο, ἐπείτε ἐπειρώτων τοὺς προφήτας τὸ αἴτιον τοῦ παρεόντος κακοῦ, οἱ δὲ αὐτοῖσι ἔφραζον ὅτι ἀδίκως τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆς ὄψιος ἐστέρησαν· αὐτοὶ γὰρ ἐπορμῆσαι τοὺς λύκους, οὐ πρότερόν τε παύσεσθαι τιμωρέοντες ἐκείνῳ πρὶν δίκας δῶσι τῶν ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται καὶ δικαιοῖ· τούτων δὲ τελεομένων αὐτοὶ δώσειν Εὐηνίῳ δόσιν τοιαύτην τὴν πολλούς μιν μακαριεῖν ἀνθρώπων ἔχοντα.

ch. 94 9.94.1 τὰ μὲν χρηστήρια ταῦτά σφι ἐχρήσθη, οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιησάμενοι προέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι. οἱ δέ σφι διέπρηξαν ὧδε· κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο, ἐς κατέβαινον συλλυπεύμενοι τῷ πάθεϊ· ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι δώσειν τῶν ἐποίησαν. 9.94.2 δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τίς οἱ δοίη ἀγρούς, τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ, καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι· τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι, καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην. 9.94.3 καὶ μὲν ταῦτα ἔλεγε, οἱ δὲ πάρεδροι εἶπαν ὑπολαβόντες· “Εὐήνιε, ταύτην δίκην Ἀπολλωνιῆται τῆς ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα.” μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποίεε, τὸ ἐνθεῦτεν πυθόμενος τὸν πάντα λόγον, ὡς ἐξαπατηθείς· οἱ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο. καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχε, ὥστε καὶ ὀνομαστὸς γενέσθαι.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.93.2 Hdt. 9.94.1 (English) >>Hdt. 9.96.1

Powered by PhiloLogic